TLG 1123 002 :: ANDRON :: Fragmenta

ANDRON Hist.
(Halicarnassensis: 4 B.C.?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 349–352.

frr. 1–16

Citation: Fragment — (line)

t1-9

ΣΥΓΓΕΝΕΙΑΙ. (ἹΣΤΟΡΙΑΙ.)

1

Tzetzes Lyc. 894: Ἄνδρων δὲ ὁ Ἁλικαρνασσεὺς Ὠκεανόν φησι γῆμαι δύο γυναῖκας, Πομφολύγην καὶ Παρθενόπην, ἐξ ὧν τέσσαρας θυγατέρας γεννᾷ, τῆς μὲν Ἀσίαν καὶ Λιβύην, θατέρας δὲ Εὐρώπην καὶ
5Θρᾴκην, ἀφ’ ὧν λέγει καὶ κληθῆναι τὰς χώρας.

2a

Etym. M.: Παρνασὸς, ὄρος ἐστὶ Δελ‐ φῶν, ἀπὸ Παρνασοῦ ἐγχωρίου ἥρωος. Ἄνδρων δέ φη‐ σιν, ἐπειδὴ προσώρμισεν ἡ λάρναξ τοῦ Δευκαλίωνος· καὶ τὸ μὲν πρότερον Λαρνησσὸς ἐκαλεῖτο, ὕστερον δὲ
5κατ’ ἐναλλαγὴν τοῦ λ εἰς π, Παρνασσός.

2b

Schol. Apoll. Rh. II, 705: Ὠνομάσθη δὲ Παρ‐ νασσὸς ἀπὸ Παρνησσοῦ τοῦ ἐγχωρίου ἥρωος, ὡς Ἑλ‐ λάνικος. Ἄνδρων δὲ, ἐπεὶ προσωρμίσθη ἡ λάρναξ τοῦ Δευκαλίωνος· καὶ τοπρότερον Λαρνασσὸς ἐκαλεῖτο,
5ὕστερον δὲ κατὰ φθορὰν τοῦ στοιχείου Παρνασσός.

3

Steph. Byz. Δώρων: Καὶ οἱ Κρῆτες Δωριεῖς ἐκα‐ λοῦντο· Δωριέες τε τριχάϊκες, δῖοί τε Πελασγοί (Od. XIX, 177). Περὶ ὧν ἱστορεῖ Ἄνδρων, Κρητὸς ἐν τῇ νήσῳ βασι‐
5λεύοντος, Τέκταφον τὸν Δώρου τοῦ Ἕλληνος, ὁρμή‐ σαντα ἐκ τῆς ἐν Θετταλίᾳ τότε μὲν Δωρίδος, νῦν δὲ Ἱστιαιώτιδος καλουμένης, ἀφικέσθαι εἰς Κρήτην μετὰ Δωριέων τε καὶ Ἀχαιῶν καὶ Πελασγῶν, τῶν οὐκ ἀπα‐ ράντων εἰς Τυρρηνίαν.

4

Strabo X: Ἄλλη δ’ ἄλλων γλῶσσα μεμιγμένη· (φησὶν ὁ ποιητὴς) ἐν μὲν Ἐν δ’ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες, [Ἀχαιοὶ,] Δωριέες τε τριχάϊκες, δῖοί τε Πελασγοί ....
5Τοὺς μὲν οὖν Ἐτεόκρητας καὶ τοὺς Κύδωνας αὐτόχθο‐ νας ὑπάρξαι, εἰκός· τοὺς δὲ λοιποὺς ἐπήλυδας, οὓς ἐκ Θετταλίας ἐλθεῖν φησὶν Ἄνδρων τῆς Δωρίδος μὲν πρό‐ τερον, νῦν δὲ τῆς Ἑστιαιώτιδος λεγομένης· ἐξ ἧς ὡρμή‐ θησαν, ὥς φησιν, οἱ περὶ τὸν Παρνασὸν οἰκήσαντες
10Δωριεῖς· καὶ ἔκτισαν τήν τε Ἐρινεὸν καὶ Βόϊον καὶ
Κυτίνιον, ἀφ’ οὗ καὶ Τριχάϊκες ὑπὸ τοῦ ποιητοῦ λέ‐ γονται. Οὐ πάνυ δὲ τὸν τοῦ Ἄνδρωνος λόγον ἀποδέ‐ χονται, τὴν μὲν τετράπολιν Δωρίδα τρίπολιν ἀποφαί‐ νοντος, τὴν δὲ μητρόπολιν τῶν Δωριέων ἄποικον Θετ‐349
15ταλῶν· τριχάϊκας δὲ δέχονται, ἤτοι ἀπὸ τῆς τριλοφίας, ἢ ἀπὸ τοῦ τριχίνους εἶναι τοὺς λόφους ἐφαμίλλους.

5

Schol. ad Il. Π 235: [Σελλοὶ ἀνιπτόποδες] Ἄνδρων δὲ ἐν Ἱστορίαις φησὶν οὕτως κληθῆναι, ἐπεὶ φιλοπόλεμοι ὄντες οὕτως ἑαυτοὺς ἐσκληραγώγουν.

6

Strabo X: Οὐδ’ Ἑλλάνικος (fr. 103) Ὁμηρικὸς Δουλίχιον τὴν Κεφαλληνίαν λέγων. Τὸ μὲν γὰρ ὑπὸ Μέγητι εἴρηται καὶ αἱ λοιπαὶ αἱ Ἐχινά‐ δες, οἵ τε ἐνοικοῦντες Ἐπειοί τε ἐξ Ἤλιδος ἀφιγμένοι·
5διόπερ καὶ τὸν Ὦτον τὸν Κυλλήνιον Φυλέως ἑταῖρον μεγαθύμων ἀρχὸν Ἐπειῶν καλεῖ· Αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους. Οὔτ’ οὖν Δουλίχιον ἡ Κεφαλληνία καθ’ Ὅμηρον, οὔτε τῆς Κεφαλληνίας τὸ Δουλίχιον, ὡς Ἄνδρων φησί·
10τὸ μὲν γὰρ Ἐπειοὶ κατεῖχον, τὴν δὲ Κεφαλληνίαν ὅλην Κεφαλλῆνες· καὶ οἱ μὲν ὑπὸ Ὀδυσσεῖ, οἱ δ’ ὑπὸ Μέ‐ γητι. Οἱ δὲ Παλεῖς Δουλίχιον ὑφ’ Ὁμήρου λέγονται, ὡς γράφει Φερεκύδης.

8

Schol. Il. A, 52: Ἡ δὲ αἰτία τοῦ καίεσθαι τὰ σώ‐ ματα παρὰ τοῖς Ἕλλησιν αὕτη. Πρῶτος, φασὶν, οὕτως ἐτάφη Ἀργεῖος ὁ Λικυμνίου δι’ ἀνάγκην ὑπὸ Ἡρα‐ κλέους. Συναγαγόντος γὰρ, φασὶ, στρατιὰν ἐπὶ Ἴλιον
5Ἡρακλέους διὰ τὸ Λαομέδοντα παρὰ σύνταξιν ποιῆσαι Ἡρακλεῖ σώσαντι τοῦ κήτους τὴν θυγατέρα αὐτοῦ Ἡσιόνην, καὶ μὴ δοῦναι τοὺς ἵππους οὓς ὑποσχόμενος ἦν αὐτῷ ὑπὲρ τῆς τοσαύτης εὐεργεσίας, ἐπεζήτει καὶ τὸν Ἀργεῖον ὡσανεὶ οἰκεῖον. Λικύμνιον δέ φασι τὸν
10πατέρα Ἀργείου, φοβούμενον ὅτι καὶ τὸν πρότερον αὐτοῦ υἱὸν ὀνόματι Οἰωνὸν ἀποστείλας εἰς Λακεδαίμονα μεθ’ Ἡρακλέους ἀπέβαλεν, οὐ βούλεσθαι προΐεσθαι τοῦτον, ἕως Ἡρακλῆς ὤμοσεν ἀπάξειν πάλιν αὐτόν. Τότε οὖν συμπεσούσης τῷ Ἀργείῳ τῆς τοῦ βίου τε‐
15λευτῆς, διαπορηθεὶς ὁ Ἡρακλῆς πῶς ἂν ἐπιτελέσοι τὸν ὅρκον, ἔκαυσεν αὐτὸν, καὶ πρῶτόν φασι τοῦτον τοιαύτης ἐπιμελείας τυχεῖν. Ἡ ἱστορία παρὰ Ἄνδρωνι.

9

Eustathius ad Homeri Od. Δ, 517,: Ὁ δὲ ῥηθεὶς ἀγρὸς, φασὶν οἱ παλαιοὶ, ὅτι κατὰ τὸν ἱστορικὸν Ἄνδρωνα ὑφίσταται
περὶ Κύθηρα εἶναι, ὅπου, φασὶν, ἡ τοῦ Θυέστου οἴκη‐350
5σις.

10

(t1)

E LIBRO OCTAVO.
t2ΑΤΘΙΣ.
1 Harpocratio: Φορβαντεῖον. Ὅτι τὸ Ἀθήνησιν Φορβαντεῖον ὠνομάσθη ἀπὸ Φόρβαντος βασιλεύσαντος Κουρήτων καὶ ὑπ’ Ἐρεχθέως ἀναιρεθέντος, δεδήλω‐ κεν Ἄνδρων ἐν ηʹ Συγγενειῶν. Ἦν δὲ Ποσειδῶνος υἱὸς
5ὁ Φόρβας, καθά φησιν Ἑλλάνικος ἐν αʹ Ἀτθίδος.

11

Schol. Sophocl. Oed. Col. 1046: Ἄνδρων μὲν οὖν γράφει, οὐ τὸν [πρῶτον] Εὔμολπον εὑρεῖν τὴν μύησιν, ἀλλ’ ἀπὸ τούτου Εὔμολπον πέμπτον γεγονότα. Εὐμόλπου γὰρ γενέσθαι Κήρυκα· τοῦ δὲ Εὔμολπον·
5τοῦ δὲ Ἀντίφημον· τοῦ δὲ Μουσαῖον τὸν ποιητήν· τοῦ δὲ Εὔμολπον τὸν καταδείξαντα τὴν μύησιν, καὶ ἱερο‐ φάντην γεγονότα.

12

Strabo IX: Οἵτε δὴ τὴν Ἀτθίδα συγγρά‐ ψαντες, πολλὰ διαφωνοῦντες, τοῦτό γε ὁμολογοῦσιν, οἵ γε λόγου ἄξιοι, ὅτι, τῶν Πανδιονιδῶν τεσσάρων ὄντων, Αἰγέως τε καὶ Λύκου καὶ Πάλλαντος καὶ τοῦ
5τετάρτου Νίσου, καὶ τῆς Ἀττικῆς εἰς τέτταρα μέρη διαιρεθείσης, ὁ Νίσος τὴν Μεγαρίδα λάχοι, καὶ κτίσαι τὴν Νίσαιαν. Φιλόχορος (fr. 35) μὲν οὖν ἀπὸ Ἰσθμοῦ μέχρι Πυθίου διήκειν αὐτοῦ φησὶ τὴν ἀρχήν· Ἄνδρων δὲ μέχρι Ἐλευσῖνος καὶ τοῦ Θριασίου πεδίου.

13

Plutarchus Thes. c. 25: Ἔνιοι δέ φασιν ἐπὶ Σκείρωνι τὰ Ἴσθμια τεθῆναι τοῦ Θησέως ἀφοσιουμένου τὸν φόνον διὰ τὴν συγγένειαν· Σκείρωνα γὰρ υἱὸν εἶναι Κανήθου καὶ Ἡνιόχης τῆς Πιτθέως. Οἱ δὲ Σίνιν, οὐ
5Σκείρωνα· καὶ τὸν ἀγῶνα τεθῆναι διὰ τοῦτον ὑπὸ Θη‐ σέως, οὐ δι’ ἐκεῖνον. * Ἔταξεν οὖν καὶ διωρίσατο πρὸς τοὺς Κορινθίους, Ἀθηναίων τοῖς ἀφικνουμένοις ἐπὶ τὰ Ἴσθμια παρέχειν προεδρίαν, ὅσον ἂν τόπον ἐπίσχῃ καταπετασθὲν τὸ τῆς θεωρίδος νεὼς ἱστίον, ὡς Ἑλλά‐
10νικος καὶ Ἄνδρων ὁ Ἁλικαρνασσεὺς ἱστορήκασιν.

14

Schol. Arist. Ran. 1422: [Πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου] Περὶ τῆς δευτέρας αὐτοῦ λέγει ἀποχω‐ ρήσεως, ἣν ἑκὼν ἔφυγε, κατελθὼν μὲν ἐπὶ Ἀντιγένους (Olymp. 93, 3) πρὸ ἐνιαυτοῦ τῶν Βατράχων,
5διὰ δὲ τὸ πιστεῦσαι Ἀντιόχῳ τῷ κυβερνήτῃ τὸ ναυτικὸν καὶ ἡττηθῆναι ὑπὸ Λυσάνδρου δυσχερανθεὶς ὑπ’ Ἀθη‐ ναίων. [Ἄνδρων δὲ διαφέρεται πρὸς Ξενοφῶντα περὶ τῆς καθόδου. Καλλίστρατος δέ φησιν ὅτι οὗτος ἦν ὁ και‐
ρὸς, καθ’ ὃν ἔφυγεν ὁ Ἀλκιβιάδης. Ὁ δὲ Ἀρίσταρχός351
10φησι, καθ’ ὃν ἐκπεσὼν ἐν Λακεδαίμονι διατρίβων ἔπεισε Λακεδαιμονίους Ἀθηναίοις Δεκέλειαν ἐπιτει‐ χίσαι.]

15t

ΕΠΙΤΟΜΗ ΤΩΝ ΣΥΓΓΕΝΕΙΩΝ.

15

Schol. Apollon. Rh. I, 46: Ἄνδρων δὲ ἐν τῇ Ἐπιτομῇ τῶν συγγε‐ νειῶν Θεογνήτην τὴν θυγατέρα Λαοδίκου, μητέρα Ἰά‐ σονος γεγονέναι φησίν.

t16

ΠΕΡΙ ΘΥΣΙΩΝ ΠΡΟΣ ΦΙΛΙΠΠΟΝ. E LIBRO QUARTO.

16

Apollonius Hist. Mir. c. 8: Ἄνδρων ἐν τῇ δʹ τῶν πρὸς Φίλιππον θυσιῶν· κορώνη ἐν τῇ Ἀττικῇ εἰς τὴν ἀκρόπολιν οὐδεμία ἑώραται εἰσερχομένη, καθάπερ οὐδὲ ἐν Πάφῳ περὶ τὰ θυρώματα τὰ τῆς Ἀφροδίτης μυῖα
5ἐφιπταμένη.352